Τῇ εὐσεβεστάτῃ Αὐγούστῃ. Περὶ τόκου.
Πολλαχόθεν ἐπιδειξαμένη τῶν ἔργων, ὦ μεγίστη βασιλίς, τοῦ καλοῦ καὶ τοῦ (1)
δικαίου πολλὴν ποιουμένη πρόνοιαν καὶ πρὸς τοῦτο μόνον χρωμένη τῷ δεδωκότι
τῆς βασιλείας τὸ μήδεν τῶν βελτίστων τὴν ἀρχὴν διαφυγεῖν, πολλοῖς ἤγειρας τὰς
γλώσσας τὰ δοκοῦντα δέοντα συμβουλεύειν, εἰδότας τουτωνὶ τῶν λόγων μεγάλην
αὐτοῖς χάριν κεῖσθαι παρά σοι. Τούτων εἰ καὶ αὐτὸς ἐγενόμην καί, γνώμην ἡγού- (5)
μενος ἀρίστην εἴ τις παρελθὼν εἴποι τι τῶν δοκούντων εἶναι δεόντων, ἥκω συμ-
βουλεύσων ἃ συμφέρειν ἡγοῦμαι, καινὸν οὐδέν· ἥ τε γὰρ σὴ φιλανθρωπία τούτους
ἡμῖν συνεχώρησε τοὺς λόγους, τῶν τε λόγων ἕνεκα δίκαιον τὸ πρᾶγμα δοκεῖ.Τί
γὰρ ἂν καὶ χρησώμεθα τοῖς λόγοις, σιγῶντες τὰ δέοντα;Τοῖς μὲν οὖν ἄλλοις βασι-
λεῦσι τοὺς προσίοντας καὶ περὶ τῶν δοκούντων διαλεγομένους, μὴ μόνον ἃ προ-(10)
σῆκε τοῖς πράγμασι καὶ δέον εἰπεῖν ἀλλὰ καὶ ἅπερ ἐδόκει καὶ οἷς ἔχαιρον, ἦν
ἀναγκὴ δήπου σκοπεῖν, ὡς οὐ ταὐτὸν ὂν τό τε ὡς ἀληθῶς δίκαιον καὶ σύμφερον,
καὶ ὅπερ ἐνόμιζον αὐτοὶ δίκαιον καὶ σύμφερον εἶναι· καὶ συνέβαινεν αὐτοῖς δυσχε-
ραίνειν τὸν ἀγῶνα καὶ δεδιέναι πρὸς τἀνάντια διαιρουμένοις. Ἐπὶ σοῦ δὲ θαρ-
ροῦντες ποιησόμεθα τοὺς λόγους καὶ μετ᾿ ἀγαθῶν τῶν ἐλπίδων, καὶ δέος οὐδὲν ἕως(15)
ἂν ἅπτωνται τοῦ δικαίου καὶ τῆς ἀληθείας οἱ λόγοι. Καὶ μὴν οὐδὲ ἐκείνῳ νομίζω
τῷ νόμῳ χώραν εἶναι παρ᾿ ὑμῖν ὃν ἐθέασαν Ἀθηναῖοι, τὸν εἴσω τριάκοντα ἐτῶν
μὴ δημηγορεῖν ἐξεῖναι. Διότι ἐνδέχεται καὶ γέρουσιν ἐπελθεῖν καὶ λογίσασθαι καὶ
εἰπεῖν ἐλάττω ἢ ὁ χρόνος ἔδωκεν ἐλπίζειν περὶ αὐτῶν καὶ αὖθις νέοις ἀμείνω. Καὶ
διὰ τοῦτο παρελθόντας τοὺς λέγοντας καὶ δημηγοροῦντας μόνην αὐτὴν ἐφ᾿ ἑαυτῆς (20)
τὴν δημηγορίαν καὶ τὴν συμβουλὴν ὅτι ἐστὶν ἐξετάζειν εἰκός ἐστιν. Εἶεν.
Ἃ δὲ αὐτὸς ἥκω συμβουλεύσων καὶ δεησόμενος, ἀδικοῦσι ἔνιοι τῶν πλου-
σίων, οἱ πλουτοῦντες ἐπ᾿ ὀλέθρῳ τῶν ἄλλων. Ἡ δὲ ἀδικία, χρήσαντες τοῖς δεομέ-
νοις, καὶ τοῦτο αὐτοὺς ὠφελήσαντες τὸ μέρος, ἔπειτ᾿ ἀπολλύουσιν, οὐκ ἐξ ἀντιρρό-
που προστιθέντες τὴν βλάβην, ἀλλὰ μετὰ μείζονος τῆς παρασκευῆς καὶ γίνονται (25)
αὐτοῖς ἀντὶ λῃστῶν, ἀντὶ λωποδυτῶν, ἀντὶ σκηπτῶν, ἀντὶ βαράθρων, ἀντὶ πάντων
τῶν ἐν ἀνθρώποις κακῶν, τὰ μὲν πρῶτα φιλάνθρωποι δι᾿ ὧν αὐτοῖς τῶν ὄντων
κοινωνοῦσι δοκοῦντες, ἔπειτα θηρίων ἀγριώτερον προσάγονται τοῖς ἀνθρώποις
καθάπερ λιμένες ἐνοχλούντων γέμοντες πειρατῶν. Τοῖς γὰρ νόμοις ἰσχυριζόμενοι
τῶν τόκων, πρὸς τοσοῦτον ἔρχονται κακουργίας ὥστε καὶ τῆς τύχης ἐπιθεμένης (30)
τῶν τόκων, πρὸς τοσοῦτον ἔρχονται κακουργίας ὥστε καὶ τῆς τύχης ἐπιθεμένης (30)
τοῖς δανεισαμένοις πολλάκις καὶ πάντα ἀπολελωκόσι ὄντα, οὔτε σπένδονται τἀν-
θρώπεια ἐνθυμηθέντες καὶ βαρύτεροί εἰσι τοῦ καιροῦ καὶ τῶν συμφορῶν, οἰκίας
ἀπελαύνοντες, ἱμάτιον ἀποδύοντες, εἰ καὶ μέχρι τοῦ ἱματίου καὶ οἰκίαν ἔχειν εὖ
πράττειν αὐτοὺς συνεχώρησεν ἡ συμφορά. Ταύτην στῆσαι βουλόμενος τὴν νόσον, ὁ
πάντα ἄριστος βασιλεύς, ὃς τῷ σὲ προενεγκεῖν ηὐτύχησε μᾶλλον ἢ τοῖς ἄλλοις ὅθεν (35)
εἶχεν εὐδαιμονεῖν, νόμον ἔθηκε, «Μηδένα τῶν πταισάντων ἐν τῷ κοινῷ κλύδωνι
καὶ πάντων γυμνωθέντων τῶν ὄντων, ὑπάγεσθαι τῷ νόμῳ τῶν τόκων εἴ τι περι-
είληπται σαπρὸν ἱμάτιον ἢ δωμάτιον διερρωγός, ἀντὶ τῶν τόκων παραχωροῦντας
τοῖς δανεισταῖς». Λέγω δὲ κλύδωνα κοινόν, ὅτε συνεχέθη μὲν τοῖς βασιλεῦσι τὰ πράγματα,
πόλεις δὲ ἐνόσουν, ὁμονοίαν μὲν ἀτιμάσασαι, καθ᾿ ἑαυτῶν δὲ καὶ κατ᾿ (40)
ἀλλήλων διαιρεθεῖσαι καὶ ξῖφος ἐγυμνοῦτο παρὰ τοὺς νόμους, καὶ χεῖρας χριστια-
νῶν ὁμοφύλων ἐμόλυνεν αἷμα. Τοῦτον δέομαι τὸν νόμον κύριον εἶναι καὶ τοῖς μὲν
δυστυχέσιν ὅρον τινὰ τοῦ κακοῦ γενέσθαι, καὶ τὰς συμφορὰς ὑποδοῦναι μικρὰν
γοῦν, τοῖς δὲ πλεονέκταις στῆναι τὴν γνώμην. Ὁ μὲν οὖν Σόλων ὁ νομοθέτης,
ἡνίκα εἶδε λυομένους αὐτῷ τοὺς νόμους καὶ τὴν πολιτείαν ἀμειβομένην ἣν ἐπολι- (45)
τεύσατο, ἐπεὶ μὴ πείθειν εἶχε μήδε λόγοις τῷ καλῷ καὶ δικαίῳ βοηθεῖν, λαβόμενος
ὅπλων, ἐξῆλθεν τῆς οἰκίας, καθῆστο πρὸ τῶν θυρῶν, ἐνδεικνύμενος, οἷμαι, διὰ τού-
των ὡς ἄρα δεῖ τῶν νόμων τοσοῦτον ποιεῖσθαι λόγον ὥστε καὶ ὅπλων ἅπτεσθαι
δεῆσαν καὶ προκινδυνεύειν αὐτῶν ἡδέως αἱρεῖσθαι. Ὑμεῖς δέ, ἄριστοι ἀνθρώπων
καὶ δικαιότατοι, οὐχ ὅπλοις οὐδὲ βίᾳ τινὶ ἀλλὰ νεύματι μόνῳ σώσατε τὸν νόμον, (50)
δείξατε Σόλωνος παντὸς ἀκριβέστερον νομοθέτην εἶναι τὸν θαύμαστον βασιλέα ὃν
αἰδεῖσθαι μὲν τῷ νόμῳ πειθομένους εἰκός, αἰδεῖσθαι δὲ μᾶλλον ἢ ἐκεῖνος ἐκέλευσε,
καὶ τῆς φύσεως φυλάσσοντες νόμους δι᾿ ὧν εἰς αὐτὸν εὐσεβεῖτε, τὸν παρ᾿ αὐτοῦ
τεθέντα βεβαίωτε νόμον, ὥστε οὐκ ἀλλότριον εἰσάγωμεν λόγον, οὐδὲ δεῖ παρά-
δειγμα ἑτέρωθεν κομίζοντας πείθειν, ἀλλ᾿ ὑμῖν αὐτοῖς ἀκολουθήσατε καὶ δείξατε (55)
τὴν φύσιν τῇ ψηφῷ.
Δημοτικός ἐστιν ὁ νόμος, φιλάνθρωπος, οὐδένα ἀδικεῖ τῶν παλαίων νομοθέ-
την, οὐδενὶ μάχεται τῶν κειμένων ὑπὲρ τῶν δεομένων βοηθείας· ὑπὲρ τῶν κακῶς
πραττόντων ἐστίν, ὑπὲρ ὧν πάντες μὲν ἐπολιτεύσαντο νομοθέται· πᾶσα δὲ βουλὴ
συνέστη καὶ δίκαι καὶ δικαστήρια καὶ γράφονται νόμοι καὶ ψηφίζονται δικασταὶ (60)
καὶ γυμνοῦται ξῖφος καὶ πᾶν ὁτιοῦν γίνεται τῶν τηρούντων ταῖς πόλεσι τὴν δικαιο-
σύνην. Τοῖς μὲν γὰρ πλουτοῦσι καὶ πράττουσιν εὖ οὐ τοσοῦτον δεῖ βοηθοῦ, τῆς
τύχης ἀρκούσης, τῶν δὲ ἑτέρως ἐχόντων ἡ πλείστη γίνεται φροντὶς τοῖς τὰ κοινὰ
πολιτευομένοις πράγματα. Οὕτω πρὸς τὸ αὐτὸ τέλος τοῖς παλαιοῖς οὗτος ὁ νόμος
ὁρᾷ καὶ τῶν ἴσων ἔχεται. Ἔτι δέ· «Τῷ δεξαμένῳ τὴν παρακαταθήκην, ὁ νόμος (65)
φησί, ἢν ἀπολέσῃ τὸ χρύσιον, τοιχωρύκων τοῖς θησαυροῖς ἐπιθεμένων, τὸν παρα-
καθέμενον μὴ πράγματα παρέχειν ἐξεῖναι, χρήματα ἀπαιτοῦντα ὧν ἐκώλυσεν ἡ
τύχη κύριον εἶναι». Τοιοῦτος δὲ ἄντικρυς ὁ περὶ τῶν τόκων νόμος χρήματα ᾐτή-
σατο, δεηθεὶς ὡς αὐθὶς ἀποδώσων. Οὐκοῦν ἀποδοῦναι δίκαιος ὁτιοῦν τῶν ἀνθρω-
πινῶν παθῶν καὶ πρός γε συνέθετο τόκους αἰτησαμένῳ τῷ δανειστῇ καὶ καταβαλεῖ (70)
γε κύριος ὢν αὐτὸς τῶν τούτου, καθάπερ ὁ φυλάττων τἀργύριον, ἀποβαλλόντι δὲ
τὴν οὐσίαν, καθάπερ ἐκείνῳ τὸ χρέος ὁ νόμος ἐκώλυσεν. Εἰ γὰρ τὸν νόμον ἡ ζημία
πραγμάτων ἑτέρων ἀπαλλάξει, τῷ δὲ ἴσον ἔσται καὶ μετὰ τὴν συμφορὰν τὸ κακόν,
οὐχ ὁρῶ πῶς οὐκ ἄτοπον καὶ παρὰ τοὺς νόμους. Τἀρχαῖα μὲν γὰρ ἑαυτῷ τε ἔλα-
βεν ὁ χρησάμενος καὶ τοῦ λυσιτελοῦντος ἕνεκα ἑαυτῷ, καὶ ἀπολέσας ὅτι τοῦ λυσι- (75)
τελοῦντος αὐτῷ ἕνεκα ἀπώλεσεν, ἀποδοῦναι δίκαιος· τοὺς τόκους δὲ οὔτε ἔλαβε τὴν
ἀρχὴν καὶ παρ᾿ ἑαυτῷ εἶχεν οὐχ ἑαυτὸν ὠφελῶν ἀλλὰ τὸν δανειστήν, οὐδὲ πλέον
αὐτῷ τιθεὶς τὸ χρύσιον ἀλλὰ συναύξων τὸν πλοῦτον τῷ παρασχομένῳ τὸ δάνειον,
ὥστε παρακαταθήκης τὸν τόκον διενηνοχέναι μήδεν ἢ τὴν ἐπωνυμίαν. Οἷς τοίνυν
ἰσχυριζόμενοι τἀρχαῖα καταβάλλειν ἀναγκάσομεν καί, τῆς οὐσίας διαφθαρείσης, τού- (80)
τοις τῶν τόκων ἀπαλλάξαιμεν ἂν δικαίως.
Τοιοῦτος ὁ νόμος καὶ οὐδενὸς ἔλαττον τῶν παλαίων νομίζεσθαι δίκαιος,
γινόμενος μὲν ἐν καιρῷ τοῖς δυστυχέσιν, ἀδικῶν δὲ τῶν εὖ πραττόντων οὐδένα. Τὰ
γὰρ αὐτῶν ἀπολήψονται καὶ ἀγαπήσουσιν, ἢν ἀνθρωπινὰ φρονῶσιν, ὅτε τοῖς
ἄλλοις πλὴν τῶν σωμάτων οὐδὲν σχεδὸν ὑπελείφθη, τότε τοσοῦτον μόνον ἔλαττον (85)
πράξαντες τῆς ἐλπίδος ὅσον μὴ προσθεῖναι τῷ κέρδει. Πῶς γὰρ οὐκ ἄδικον, κοινῆς
γενομένης τῆς συμφορᾶς καὶ πᾶσαν ὡς εἰπεῖν ἀνθρωπινὴν ἀποσβεσάσης εὐδαιμο-
νίαν ὡς τοὺς μὲν καθάπαξ ἀπολωλέναι, τοὺς δὲ ἐγγὺς ἐλθεῖν, αὐτοὺς διασωσάντας
πρὸς τοῖς σώμασι καὶ τὰ ὄντα, ἔπειτα δυσχεραίνειν ὅτι μὴ συναύξειν εἶχον τὸν
πλοῦτον ἀπὸ τῶν ἀπολωλότων, ὥσπερ εἰ συμπλέοντες τοῖς ὀφείλουσι τοὺς τόκους, (90)
εἶτα τυφῶνος ἐκπεσόντος καὶ τῆς νηὸς διαρραγείσης, αὐτοὶ μὲν λαβόμενοι τῆς
ἐφολκῖδος, τύχῃ τινὶ διέσωσαν ἑαυτοῖς καὶ τὸ χρύσιον, τοὺς δὲ ἡ θάλασσα μὲν
δεξαμένη μετὰ μυρίους κινδύνους τῇ γῇ προσέρριψε μετὰ φαυλῶν τινῶν ἱματίων,
αὐτοὶ δὲ ἀπέδυον ἐπιστάντες, ἀναμιμνήσκοντες τῶν τόκων; Τὰ αὐτὰ γὰρ καὶ νῦν
ποιοῦσι τοὺς ἀνθρώπους ἐν οὐκ ἐλάττοσι συμφοραῖς, καὶ προσφύονται τῶν δυστυ- (95)
χησάντων τοῖς ἔτι ζῶσι, καὶ τὸ δάνειον ἀπολαβόντες, οὐκ ἀγαπῶσι καὶ συμβαίνει
τοῖς σωθεῖσι πράττειν χαλεπώτερον τῶν ἀπολωλότων καὶ μειζόνων προσθήκην
κακῶν τὴν σωτηρίαν αὐτοῖς γενέσθαι, καθάπερ εἴ τις ἐκ ναυαγίου διασωθείς, εἶτα
περιπέσοι θηρίοις. Τίνας δὴ τούτους ἡγεῖσθαι προσῆκε; Τίνων θηρίων οὐκ ἀγριω-
τέρους; Τίνων οὐκ ἀπανθρωποτέρους πειρατῶν; Πῶς οὐκ ἀλλοτρίους τοῦ τῶν (100)
ἀνθρώπων ὀνόματος, οὕτως ἀδικήσαντας εἰς τὴν φύσιν; Οὗτοι δὴ τῶν κοινῶν
ἀξιωθήσονται καὶ δικαστηρίων καὶ νόμων καὶ παρελθόντες ἀποπνίξουσι τοὺς
ἀνθρώπους καὶ τὸ μέγιστον εἰς συμφοράν, δίκαια πράττειν δοκοῦντες; Καὶ πῶς οὐ
φανερῶς ἕξω τῆς σῆς περὶ παντὰ δικαιοσύνης;
«Ἀλλ᾿ οὐδεὶς προήσεται τὸ χρύσιον, μὴ κινούσης τῆς ἐλπίδος τῶν τόκων. Τὸ (105)
δὲ βλάψει τὴν πολιτείαν». Οὐδαμῶς, μάλιστα μὲν ὅτι μὴ καθάπαξ ὁ τῶν τόκων
λύεται νόμος, οὐδὲ πάντας δεήσει μόνα καταβάλλειν τἀρχαῖα τοῖς δανεισταῖς, ἀλλὰ
μόνον οὓς ἡ τῶν πραγμάτων ζάλη διέφθειρε, ἢν οὐκ ἔνι ῥᾷον αὖθις ἐλπίσαι.
Ἔπειτα, εἰ καὶ προσδοκήσουσιν, ὡς ἐνδέχεται, μόνον ἀπολαβεῖν τὸ δάνειον, ἀλλ᾿
οὐκ ἀφέξονται τοῦ τοκογλυφεῖν, ἐπεὶ καὶ ναυάγεια τῶν δανεισαμένων προσδοκῶσι (110)
καὶ θανάτους ἕξω προσδοκίας καὶ δικαστῶν ἀδικίαν, ἐξ ὧν οὐδ᾿ ἅπερ ἔδοσαν ἀπο-
λαβεῖν προσδοκᾶν ἐστίν. Ἀλλ᾿ ὅμως δανείζουσι τοῖς δεηθεῖσι, τοὺς γεωργοὺς μιμού-
μενοι καὶ τοὺς ἐμπόρους, οἳ πολλάκις τῶν εὐχῶν οὐ τυχόντες οὐδ᾿ ὧν ἕνεκα
πονοῦσι καὶ πλέουσιν, ὅμως τὰς χρηστὰς οὐκ ἠτίμασαν ἐλπίδας, ἀλλ᾿ ἔχονται τῶν
νόμων, ὥσπερ πάντων αὐτοῖς κατὰ ῥοῦν προκεχωρηκότων. Οὕτως ὁ νόμος δημοτι- (115)
κὸς ὤν, οὐδενὶ προσίσταται τῶν λυσιτελούντων τῇ πολιτείᾳ, τοῦτον ἵνα κύριον
ποιήσῃς καὶ πόνων ἂν ἠνέσχου δικαίων.
Νυνὶ δὲ ἑξὸν ἄνευ ἱδρώτων μὴ περιΐδης, μήδ᾿ ἀναβάλλου τὴν ψῆφον, δυνα-
μένῃ νεύματι μόνῳ τῷ δικαίῳ βοηθεῖν. Γνώστωσαν οἱ μὲν πονηροὶ καὶ ἀπάνθρω-
ποι καὶ τὸ χρύσιον ἔμπροσθεν τιθέντες τῶν δικαίων καὶ τῶν ὁμοφύλων, ὡς οὐ (120)
χρήσονται ταῖς γνώμαις ὑμῶν τῶν πραγμάτων ἐπειλλημμένων, οἱ δὲ παρὰ τὸ
εἰκὸς δυστυχοῦντες, εὐδαιμονήσοντες τοῦτο τὸ μέρος καὶ τῶν δεινῶν ἀπαλλάξοντες
θηρίων καὶ τῶν ἀδίκων τουτωνὶ νόμων, οὓς αὐτοὶ θέντες, οἶμαι, τὸ πᾶν διέφθειραν.
Τούτων τί κάλλιον ὑπὲρ ὑμῶν καὶ εἰπεῖν καὶ ἀκοῦσαι; Τίνων οὐ φανεῖσθε
φιλανθρωπότεροι καὶ δικαιότεροι βασιλέων, λύσαντες νόμον πονηρόν, ἐν τῷ κα- (125)
λοῦντι τοῦ καιροῦ καὶ δόντες μικρὸν ἀναπνεῦσαι τὰς πόλεις ἀπὸ τῶν δικορράφων,
τῶν τοκογλύφων, τῶν κάκιστ᾿ ἀπολουμένων τουτωνί. Ἀντὶ λίθων ὁ νόμος ὑμῖν
κοσμήσει τὴν κεφαλήν, ἀντὶ στεφάνων, ἀντὶ χρυσῶν ἱματίων. Πολλοὶ τῶν βασιλέων
ἔθεσαν νόμους, οἷς οὐ πάνυ τὸ δίκαιον ἦν, ἀλλ᾿ ὅμως οὐκ ἐδόκουν ἄτοκοι, τῆς
βασιλείας αὐτοῖς τὴν νομοθεσίαν ταυτηνὶ συγχωρούσης, ὑμεῖς δὲ τὸν πάντα ἄρι- (130)
στον θήσετε νόμον, τὸν ἑπόμενον τοῖς κειμένοις, τὸν δημοτικόν, τὸν δίκαιον, τὸν
φιλάνθρωπον ὅθεν οὔτε οὐδὲν προσδοκᾶν ἐστὶ πονηρόν, καὶ πάντα ἔσται τὰ βέλ-
τιστα. Τίνων ἐπαίνων ἀπολαύσετε, ποίας οὐκ ἐγερεῖτε γλώσσας εἰς εὐφημίαν, τίνας
οὐκ ἀποκρύψετε βασιλέας; Ἀλλ᾿, ὦ πρυτανεῖς, φιλανθρωπίας καὶ τῶν κακῶς πρατ-
τόντων κοινὴ βοηθεία, δέχου φιλανθρώπως τὸν λόγον· πάντες οἱ νοῦν ἔχοντες (135)
δέονται ταύτην παρὰ σοῦ τὴν εὐεργεσίαν τοῖς δυστυχοῦσιν. Ὁ μέγας συνδιαπρε-
σβεύεται βασιλεύς, ὁ ταῦτα νομίσας· ἡγοῦμαι δὲ καὶ τοὺς ἁγίους, εἴπερ ἐνῆν φθέγ-
ξασθαι καὶ λόγων ἡμῖν κοινωνῆσαι παρελθόντας, τὴν αὐτὴν ἂν ἡμῖν ἀφεῖναι
φωνήν, ὡς δεῖ τὸν νόμον τοῦτον κύριον εἶναι. Πῶς δὲ οὐκ ἔμελλον, οἵ γε πάντα
τόκον παντὸς μίσους ἐνόμιζον μιαρώτερον; Τούτων ἁπάντων τιμήσασα τὴν ἰκετη- (140)
ρίαν, κεῖσον θέσθαι τῷ νόμῳ τὸν πάντα ἄριστον βασιλέα, τὸν πάντας βασιλέας
παρενεγκόντα φιλανθρωπίᾳ, ὡς ἂν πρῶτον μὲν τὰ δίκαια ποιοῦσα καὶ ἃ δίδωσι τὸ
ἦθος, παράδειγμα γένοιο καὶ τοῖς ἄλλοις φιλανθρωπίας, ἔπειτα προσθείης τοῖς ἀρί-
στοις τῶν ἔργων οὐδενὸς ἔλαττον.
* Το παρόν κείμενο δημοσιεύτηκε απο τον R. Guilland με τίτλο «Le traité inédit «Sur l᾿ usure» de Nicolas Cabasilas,» В: Εἰς μνήμην Σπ. Λάμπρου, ἔκδ. Γ. Ρ. Χαριτάκης, Ἀθῆναι, Τυπογραφείον «Εστίας» K. Maisner και N. Kargadoure, 1935, σ. 269‐277.
Πηγή : users.uoa.gr/~nektar
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου